Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικόν, ὡς Ἀπολλόδωρος. Πολύβιος δὲ διὰ τοῦ « ι » αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ « ο » μικροῦ Ἀλλόβρογας, οἱ πλείους δὲ διὰ τοῦ « ι ». ὁ δὲ τεχνικός “Ἀλλόβροξ, ἔθνος Γαλατικόν”.
…ξ' ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον. Τὰ εἰς 'οξ' ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλατικόν· Πολύβιος δὲ διὰ τοῦ 'ι' αὐτοὺς καλεῖ Ἀλλόβριγας καὶ ὡσαύτως δὲ οἱ πλείους, Ἀπολλόδωρος δὲ διὰ τοῦ 'υ' Ἀλλόβρυγας, Χάραξ δὲ διὰ τοῦ 'ο' Ἀλλόβρογας. ἴσοξ ποιός τις ἰχθῦς, ἄλοξ, παρὰ δέ τισιν αὖλαξ, πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέ…