Stephanos of Byzantium - Ethnika
Tarphe: Tarphe, a city of the Locrians. Homer: "Tarphe and Thronion around the streams of Boagrios". Some say it is named from the spring near Pharygai. Others say both it and the place from the density of the wood; for Homer calls dense things 'tarphea': "in the thickets of the deep wood". And the ethnonym 'Tarphaios', as 'Tymphe' 'Tymphaios'.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τάρφη, πόλις Λοκρῶν. Ὅμηρος “Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα”. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει “βαθείης τάρφεσιν ὕλης”. καὶ τὸ ἐθνικὸν Ταρφαῖος, ὡς Τύμφη Τυμφαῖος.
…ισύλλαβα προσηγορικὰ παραληγόμενα 'α' ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος (Β 533) »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα«. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει »βαθείης τάρφεσιν ὕλης« (Il. Ε 555). Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα. * Τὰ εἰς 'φη' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'φ' σ…
Τάρφη, πόλις Λοκρῶν. Ὅμηρος “Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα”. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει “βαθείης τάρφεσιν ὕλης”. καὶ τὸ ἐθνικὸν Ταρφαῖος, ὡς Τύμφη Τυμφαῖος.
…εῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον. Τὰ διὰ τοῦ 'ιον' τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύτως καὶ Θρόνιον πόλις Λοκρῶν· Ὅμηρος »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα« (Β 533), σχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, σπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεσμός, τὸ δὲ πεδίον ἐπὶ τῆς γῆς παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ 'διον' παρηγμένων, π…