Ταΰγετον

Stephanos of Byzantium - Ethnika

Ταΰγετον OCR ✓ Trans ✓ Confirmed ✓
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.146
char LCS 36 (24.2%) · word LCS 6 (23.1%)
Stephanos
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.
Herodian
…. Ὀλίγαιθος, Σίμαιθος ὄνομα ποταμοῦ. Ἀρίαιθος. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κακιστός ὀξύνεται. Τὰ εἰς 'θος' ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον» (Od. ζ 103). Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. Φάλανθος ὄρος…
Herodian 1.194
char LCS 31 (20.8%) · word LCS 5 (19.2%)
Stephanos
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.
Herodian
… πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον· Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. Γάργαρος ὁ Διός, ἀφ´ οὗ Γάργαρα πόλις Τρῳάδος, ἣν Ἀλκμὰν θηλυκῶς τὴν Γάργαρόν φησιν, μάρμαρος, οὕτως οὖν καὶ κάρχαρος τριγενές. «Τρίτωνος ἠμάλαψε κάρχαρος κύων» (Ly- cophr. 34) καὶ τὸ θηλυκὸν παρ´ Ἀλκμᾶνι «καρχάραισι φ…
Herodian 1.113
char LCS 30 (20.1%) · word LCS 5 (19.2%)
Stephanos
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.
Herodian
…μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ 'ε' ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ δὲ …
Herodian 1.70
char LCS 29 (19.5%) · word LCS 5 (19.2%)
Stephanos
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.
Herodian
…ῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια,…
Herodian 1.125
char LCS 29 (19.5%) · word LCS 5 (19.2%)
Stephanos
Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος “ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον”. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.
Herodian
…Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,