Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ταυρόεις, πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. [οἱ πολῖται Ταυροέντιοι.] Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν Ταυροέντιοι.
…όεις, ἁρματόεις, ἀνεμόεις, αἱματόεις, δροσόεις, ὑδατόεις, πυρόεις, Σιμόεις, ἐρόεις, κερόεις, τειχιόεις· ἔστι δὲ καὶ ἐθνικὸν τῆς Τειχιοέσσης καὶ φρούριον πλησίον τῆς Τραχῖνος. Ταυρόεις πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ 'ω' ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν …