Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ταύχειρα, πόλις Λιβύης, θηλυκῶς, καὶ οὐδετέρως ὡς Στάγειρα. ἀπὸ Ταυχείρας τῆς Αὐτάνδρου θυγατρός. λέγεται δὲ νῦν Ἀρσινόη· ὁ πολίτης Ταυχείριος, καὶ Ταυχέριος καὶ Ταύχερος καὶ Ταυχερίτης. καὶ Ἀρσινοΐτης ἀπὸ τῆς Αἰγυπτίας.
…ὕτως καὶ Ἰρή. σειρά, δειρά, πειρά. Τὰ διὰ τοῦ 'ειρα' ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται, ἀγρώτειρα, Δηϊάνειρα, Θυάτειρα, Σάπφειρα, ἔθειρα, Σάμψειρα πόλις Αἰγύπτου, Ταύχειρα πόλις Λιβύης ἀπὸ Ταυχείρας τῆς Ἀντάνδρου θυγατρός. θηλυκῶς καὶ οὐδετέρως ὡς Στάγειρα. Αἴγειρα πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥς φησιν Παυσανίας ἑβδόμῳ (c. 2, 6), ἐγένετο ἐπ´ αἰτίᾳ τοιᾷδε. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ πρὸς τοῖς κέρασιν…