Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τάφος, πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα· “ἔστι καὶ νῆσος ἀπὸ τριάκοντα σταδίων Ταφιάς καλουμένη”. καὶ ἑτέρα. οἱ πολῖται Τάφιοι. τῆς δὲ Ταφιούσσης Ταφιουσσαῖος, ὡς Σκοτουσσαῖος Πιθηκουσσαῖος.
…ενα προπαροξύνεται, ἄπαυστος, ἄθραυστος, ἄκλαυστος. σεσημείωται ἐνιαυτός ὀξυνόμενον. Τὰ εἰς 'φος' δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ 'υ' βραχεῖ τοπικὰ ἢ εἰς τὸ 'λ', Πάφος πόλις Κύπρου, τάφος καὶ Τάφος πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα. Γόμφοι πόλις Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὅμοιον, Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον, ὄρφος κοινῶς, ὀρφῶς δὲ Ἀττικῶς. λόφος, κέκφος εἶδος