Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τέβερις, ποταμὸς Ἰταλίας, ἔνθα ἡ Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος.
…του καὶ Ἀΐκλου κτίσμα. Θεόπομπος μʹ. Ἑσπερίς ἢ Εὐεσπερίς πόλις Λιβύης, Φιλωτερίς πόλις περὶ τὴν Τρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πάστερις πόλις Αἰγυπτία καὶ Κελένδερις βαρύνεται, ὡς καὶ Τίβερις ποταμὸς Ἰταλίας, ἔνθα Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος. * Ἔτι τὰ εἰς 'ορις' ὑπερδισύλλαβα θηλυκὰ ὀξύνεται, Χρυσαορίς πόλις Καρίας ἡ ὕστερον Ἰδριάς. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν «... καὶ πρώτη πόλις τῶν ὑπὸ Λυκίων κτισθεισῶν». Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσ…