Τεγύρα

Stephanos of Byzantium - Ethnika

Τεγύρα OCR ✓ Trans ✓ Confirmed ✓
Τεγύρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλλωνά φασι γεννηθῆναι. Σῆμος δ´ ὁ Δήλιος “τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ´ ἐν Δήλῳ, οἱ δ´ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν”. ὅθεν καὶ Τεγυρήιος Ἀπόλλων. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά φησι “τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ”. τὸ ἐθνικὸν Τεγυρεύς. καὶ Τεγύρειος, καὶ ἰωνικῶς Τεγυρήιος.

Tegyra: Tegyra, a city of Boeotia, in which they say Apollo was born. Semos the Delian: "some say the birth of Apollo took place in Lycia, others in Delos, others in Zoster of Attica, others in Tegyra of Boeotia". Whence also Tegyreios Apollo. Callisthenes in the third book of the Hellenika says there are oracles: "the Ismenion in Thebes, the Trophonion in Lebadeia, the one called at Abai among the Phocians, and the more authoritative one in Delphi, which they say most of all has attested the one at Tegyra". The ethnonym 'Tegyreus'. And Tegyreios, and in Ionic Tegyreios.

External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.261
char LCS 97 (24.2%) · word LCS 26 (30.2%)
Stephanos
Τεγύρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλλωνά φασι γεννηθῆναι. Σῆμος δ´ ὁ Δήλιος “τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ´ ἐν Δήλῳ, οἱ δ´ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν”. ὅθεν καὶ Τεγυρήιος Ἀπόλλων. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά φησι “τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστ…
Herodian
…ν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Τεγύρα πόλις Βοιωτίας, Σῆμος ὁ Δήλιος »τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ´ ἐν Δήλῳ, οἱ δ´ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν«. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν »ἔστι μαντεῖα τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαις λεγόμενον ἐν Φωκεῦσιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύ…