Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαβαρηνοί, ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου “ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κάριοι, [τοὺς] τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι”.
…ι. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ ( 7, 18). Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί…