Χαδισία

Stephanos of Byzantium - Ethnika

Χαδισία OCR ✓ Trans ✓ Confirmed ✓
Χαδισία, πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος”. Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν “ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν”. οἱ πολῖται Χαδίσιοι καὶ Χαδισία τὸ θηλυκόν. Ἀπολλώνιος βʹ “νόσφι δ´ ἀκοντο[βόλοι Χαδίσιαι]”.

Chadisia: Chadisia, a city of the Leukosyroi. Hecataeus in the second book of the Genealogies: "Themiskyra is a plain from Chadisie as far as the Thermodon". But Menippus in the Periplous of the Two Pontoi says Chadision is a village and a river: "from Lykastos to the village and river Chadision one hundred and fifty stades, from Chadision to the river Iris one hundred stades". The citizens 'Chadisioi' and 'Chadisia' the feminine. Apollonius in the second book: "and apart the javelin-".

External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.293
char LCS 259 (78.2%) · word LCS 46 (76.7%)
Stephanos
Χαδισία, πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος”. Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν “ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν”. οἱ πολῖται Χαδίσιοι καὶ Χαδισία τὸ θηλυκόν. Ἀπολλώνιος βʹ “νόσφι δ´ ἀκοντο[βόλοι Χαδίσιαι]”.
Herodian
…γεται καὶ Πειρεσία. Περουσία πόλις Τυρρηνῶν. γράφεται δὲ διχῶς καὶ διὰ τοῦ 'ο' καὶ δίχα αὐτοῦ. Πρυμνησία πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος Ῥαδανουσία πόλις Μασσαλίας. Ῥοδανουσία πόλις ἐν Μασσαλίᾳ. Ταυρασία πόλις Ἰταλίας. Χαδισία πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος». Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν «ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν». Χαλισία πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ «ἀναχθέντι δ´ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία». Χαρισίαι πόλις Ἀρκαδίας ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ ( 3, 4) «ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισί…