Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…λέα γενόμενον, ᾧ τοὔνομα Χαλδαῖον εἶναι λέγουσιν, ὅν φασι καὶ Βαβυλῶνα τὴν ὀνομαστοτάτην πόλιν περὶ τὸν Εὐφράτην ποταμὸν κατασκευάσαι, ἅπαντας εἰς ταὐτὸ συναγαγόντα τοὺς καλουμένους Χαλδαίους”. λέγεται καὶ Χαλδαία χώρα. εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς “Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος”. οἱ μέντοι χαριέστεροι περὶ Βαβυλῶνα λέγουσιν οἰκεῖν αὐτούς, ὡς δέδεικται, μαντεῖον δ´ ἔχειν αὐτοὺς παρὰ βαρβάροις, ὡς Δελφοὶ παρ´ Ἕλλησιν.
…ηφῆνες. Ἑλλάνικος ἐν πρώτῳ Περσικῶν «Κηφέως οὐκέτι ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρας καὶ τὴν γῆν ἔσχον.... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι». εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς «Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος». σπουδαῖος, ῥαγδαῖος, σταδαῖος, Ἀριδαῖος,
Χαλδαῖοι, οἱ πρότερον Κηφῆνες, ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας, ἀφ´ ἧς καὶ τοῦ Περσέως τῆς Δανάης καὶ Διὸς Πέρσης, ἀφ´ οὗ οἱ Κηφῆνες καὶ Χαλδαῖοι πρότερον [Πέρσαι] ἐκλήθησαν, ὡς εἴρηται ἐν τῷ περὶ Κηφηνίας. Ἑλλάνικος δέ φησιν ἐν πρώτῳ Περσικῶν οὕτω “Κηφέος οὐκέτι ζῶντος στρατευσάμε…
… ἔστι δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχει τὴν δίφθογγον. Τὰ εἰς 'ην' λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς 'ην' ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ 'ην' δασὺ σύμφωνον ἢ ψιλόν, ὀξύνεσθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας ὁ Αἴθιοψ, Ὀρφήν. in huiuscemodi tamen terminatione (sc. 'ευς') quae- dam inveniuntur mutatione <eus> diphthongi in <es> longam prolata ut Ἀχιλλεύς Achillēs, Περσεύς Persēs, Οὐλιξεύς Ulixēs, in quo Doris sequimur, qui…