Ὠστία

Stephanos of Byzantium - Ethnika

Ὠστία OCR ✓ Trans ✓ Confirmed ✓
Ὠστία, πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας “ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον”. καὶ Πολύβιος ἕκτῳ “ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος”. ἐκτίσθη δ´ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν δύναται καὶ Ὠστιανός καὶ Ὠστιάτης· συνήθης γὰρ ὁ τύπος τοῖς Ἰταλοῖς. Φλέγων δὲ Ὠστίους αὐτοὺς καλεῖ λέγων “παρέλαβε δὲ τὴν Ὠστίων πόλιν”. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως “τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον”.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.290
char LCS 222 (55.9%) · word LCS 44 (54.3%)
Stephanos
Ὠστία, πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας “ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον”. καὶ Πολύβιος ἕκτῳ “ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος”. ἐκτίσθη δ´ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν δύναται καὶ Ὠστιανός καὶ Ὠστιάτης· συνήθης γὰρ ὁ τύπος τοῖς Ἰταλοῖς. Φλέγων δὲ Ὠστίους αὐτοὺς καλεῖ λέγων “παρέλαβε δὲ τὴν Ὠστίων πόλιν”. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως “τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον…
Herodian
…αὐτοῖσι πόλις Χορασμίη». Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέρας. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς. Ὠστία πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας «ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον». καὶ Πολύβιος ἕκτῳ «ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος». ἐκτίσθη δ´ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως «τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον». Οὕτω καὶ Στρατία Ἀρκαδικὴ πόλις ἀπὸ τῆς θυγατρὸς Φενεοῦ ὀνομασθεῖσα βαρύνεται. Ὅμηρος (Β 606) «Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην» εἰς ἰδ…