Κώρυκος, πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. παρ´ ᾗ τὸ Κωρύκιον ἄντρον νυμφῶν, ἀξιάγαστον θαῦμα, ᾧ ὁμώνυμον ἐν Παρνασσῷ. τὸ ἐθνικὸν Κωρύκιος. ἐκεῖ δὲ τὴν πόλιν Κωρύκειάν φησι. λέγεται καὶ Κωρυκιώτης, καὶ ἴσως παρὰ τὸ Κωρύκιον ἢ ἀπὸ τοῦ Κωρυκία. ἔστι καὶ Κώρυκος ὄρος ἀρσενικῶς λεγόμενον ὑψηλὸν πλησίον Τέω τῆς Ἰωνίας καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Ἀσίᾳ. καὶ λιμὴν ὁμώνυμος καὶ νησίον ὁμώνυμον, οὗ κατὰ τὸν παράπλουν λῃστήριόν τι μέγα τῶν Κωρυκαίων ὠτακουστούντων ἐν τοῖς αὐτόθι λιμέσι [τὰ κατὰ] τοὺς φόρτους καὶ τοὺς πλοῦς τῶν ἐμπόρων καὶ οὕτως αὐτοῖς ἐπιβουλευόντων, ὅθεν ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων τὰ ἀπόρρητα “τοῦ δ´ ἆρ´ ὁ Κωρυκαῖος ἠκροάζετο”. ἔστι καὶ ἀκρωτήριον Κρήτης Κωρυκία καὶ λιμὴν Αἰθιοπίας.
Translation pending