Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκραιφία, πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσανίας δὲ [Ἀκραίφνιον] καὶ οὐδετέρως. ἦν δ´ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. καὶ ὄρος κληθῆναι ἀπὸ Πτώου παιδὸς αὐτοῦ καὶ Εὐξίππης, ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησε. τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ [Ἀκραιφιεύς καὶ] Ἀκραιφιάς, ὡς Σουνιεύς Σουνιάς, καὶ Ἀκραιφὶς λίμνη. Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραιφνιώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησὶ καὶ τὸ…
…όμενα ἀπὸ συμφώνου προπερισπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάστασιν παρὰ τῷ Σιμωνίδῃ (fr. 13) οἷον τόδ´ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤϊον παρὰ τῇ Σαπφοῖ (fr. 56 Bergk), φαῖσι δή ποτα Λήδαν ὑακίνθινον πεπυκαδμένον ὤϊον εὕρην. καὶ ὤεον ἐν πλεονασμῷ τοῦ 'ε'. Τὰ εἰς 'ον' ὑπερ…