Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκτή, οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφ´ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν “οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν· τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι´ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν”. τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκταία καὶ Ἀκταιίς καὶ Ἀτθίς καὶ Ἀκτίτης, ἐξ οὗ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡς αὐλή αὐλίτης. ἔστι καὶ “Ἄκτιος Αἰγεύς” ὡς Εὐφορίων Διονύσῳ. ἔστι καὶ Ἀκτιάς καὶ τὸ Ἄκτιον, ἀφ…
…ευτή τρισύλλαβον. Τὰ εἰς 'τη' δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ 'τ' σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι 'ι' ἢ 'ε', βροντή, εἱρκτή, πηκτή ὄργανον μουσικόν. φυστή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτως δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφ´ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν »οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι´ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν«. ἔστι καὶ Ἀκτή Μαγνησίας, ἀφ´ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυδίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ καὶ εʹ ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντ…