Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄκτιον, πόλις Ἀκαρνάνων, ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ἐν ταύτῃ Ἀπόλλωνος γυμνικὸς ἀγὼν καὶ ἱππικὸς καὶ πλοίων ἅμιλλα διὰ τριετηρίδος ἦν. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις καὶ ὁ Ἀπόλλων καὶ ὁ πολίτης. λέγεται καὶ Ἀκταῖος Ἀπόλλων καὶ Ἀκτιακός. λέγεται [καὶ Ἀκταιώτης] καὶ Ἀκταιῶτις θηλυκόν. Ἀρκάδιος δ´ ἐν τῇ ὀρθογραφίᾳ φησίν “Ἀκτία καὶ ἡ πόλις καὶ ἡ ἑορτή”. ἀλλ´ ἡ μὲν ἑορτὴ βαρύνεται, τὰ Ἄκ…
…). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις.