Ἀλάβανδα

Stephanos of Byzantium - Ethnika

Ἀλάβανδα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #184
Greek source: meineke
Meineke: 66.7 | Billerbeck: Α184
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-31
Word count: 110
Source: vol1_204.jpg
Edit
Ἀλάβανδα, πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐίππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας εὐτυχεστάτη ἀφ´ ἧς ἡ παροιμία “Ἀλάβανδα Καρῶν εὐτυχεστάτη [πόλις]”. κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. [ἔνθεν καὶ παρὰ Ῥωμαίοις βάνδον τὴν νίκην φασίν.] ὁ πολίτης Ἀλαβανδεύς οὕτως ἀναγράφεται. λέγεται καὶ κτητικὸν Ἀλαβανδιακός καὶ Ἀλαβανδιακὸν σύγγραμμα, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ “μὴ δι´ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.150
char LCS 133 (22.4%) · word LCS 26 (23.4%)
Stephanos
…ῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. [ἔνθεν καὶ παρὰ Ῥωμαίοις βάνδον τὴν νίκην φασίν.] ὁ πολίτης Ἀλαβανδεύς οὕτως ἀναγράφεται. λέγεται καὶ κτητικὸν Ἀλαβανδιακός καὶ Ἀλαβανδιακὸν σύγγραμμα, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ “μὴ δι´ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων”.
Herodian
…τῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται τὸ θύλακος, ὕσσακος, αἴσακος προπαροξυνόμενα καὶ τὸ μαίμακος ἐπίθετον ἀπὸ γενικῆς. Τὰ διὰ τοῦ 'ακος' κτητικὰ ὀξύνεται, Δηλιακός, Φρυγιακός, Ἰλιακός, Αἰνιακός, Ἀκτιακός, Ἀλαβανδιακός, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ «μὴ δι´ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων» (Il. Ο 41). Βαργυλιακός, Βυζαντιακός, Διακός, Ἐλευσινιακός, Θεσπρωτιακός, Θουριακός, Κυνοσουριακός, Ἰκιακός, Κοσσυριακός, Κυπριακός, Μαλιακός, Μαραθωνιακός, Μερουσιακός, Μηλιακός, Νισυριακός, Ὀλβιακός, Παλληνιακός, Παμ…
Herodian 1.111
char LCS 23 (3.9%) · word LCS 5 (4.5%)
Stephanos
Ἀλάβανδα, πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐίππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας εὐτυχεστάτη ἀφ´ ἧς ἡ παροιμία “Ἀλάβανδα Καρῶν εὐτυχεστάτη [πόλις]”. κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι…
Herodian
…ειόν φησιν. Χίος ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ «Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίος». ἀπὸ Χίου τῆς Ὠκεανοῦ ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ γενομένης πολλῆς ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ ἑτέρα πόλις Καρίας Χίος κατὰ Τριόπιον κειμένη ἐν τῇ χερρονήσῳ. καὶ γʹ ἐν Εὐβοίᾳ. Κίος ποταμὸς καὶ πόλις Βιθυνίας, Δρίος τὸ Φρίκειον ὄρος, ἴος ὁ μόνος, βίος ἡ ζωή, βιός δὲ τὸ τόξον. σεσημείωται τὸ μνιός ὁ ἁπαλός παρ´ Εὐφορίωνι. Τὰ διὰ τοῦ …