Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες

Stephanos of Byzantium - Ethnika

Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες OCR ✓ Trans ✓ Confirmed ✓
place
Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες, δῆμοι, ὁ μὲν τῆς Αἰγηίδος, ὁ δ´ Αἰξωνεὺς τῆς Κεκροπίας φυλῆς. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ « ι » Ἁλαεύς, καὶ Ἁλῆθεν καὶ Ἁλῆσι καὶ Ἁλήνδε. “Ξενόφαντος [Ἁλῆθεν] εἶπε”. Τρύφων δ´ ἐν παρωνύμοις “Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετρασυλλάβως ... ὡς Ληναῖος Ληναιεύς, Κρηταῖος Κρηταιεύς”. ἀλλ´ ἐν τοῖς ἑξῆς κατ´ ἔθος Ἀττικὸν ἔνδειάν φησι τοῦ « ι ». ἔστι δὲ ὁ δῆμος τῆς Ἀραφηνίδος μεταξὺ Φηγέως τοῦ πρὸς Μαραθῶνι καὶ Βραυρῶνος, αἱ δ´ Αἰξωνίδες ἐγγὺς τοῦ ἄστεος. ἔστι καὶ λίμνη ἐκ θαλάσσης. “δασύνεται δὲ τὸ Ἁλαί, ὡς καὶ ἐν τῷ δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅς ἐστι τόπος Ἀττικῆς”.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
FormulaX (nominative PROPER NOUN) + X (genitive PROPER NOUN)
formula:276bf314e3ad9973
Translate as "X, X"
Domain: PROPER NOUNS & EPITHETS
Matched · high confidence · 1 scan row · 2 occurrences
FormulaX (nominative PROPER NOUN)... + ἀπό + Y (genitive ARTICLE + genitive ETYMON)
formula:8856d9e4780f3c74
Translate as "X... from the form 'Y'"
Domain: COMPARISONS & DERIVATIONAL ANALOGIES
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaX (SETTLEMENT) + Y (genitive REGION)
formula:1040044f9f2bf616
Translate as "a X in Y"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 2 occurrences

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.540
char LCS 58 (11.6%) · word LCS 9 (8.8%)
Stephanos
…ς κατ´ ἔθος Ἀττικὸν ἔνδειάν φησι τοῦ « ι ». ἔστι δὲ ὁ δῆμος τῆς Ἀραφηνίδος μεταξὺ Φηγέως τοῦ πρὸς Μαραθῶνι καὶ Βραυρῶνος, αἱ δ´ Αἰξωνίδες ἐγγὺς τοῦ ἄστεος. ἔστι καὶ λίμνη ἐκ θαλάσσης. “δασύνεται δὲ τὸ Ἁλαί, ὡς καὶ ἐν τῷ δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅς ἐστι τόπος Ἀττικῆς”.
Herodian
…καὶ τὰ παρ´ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν ποιητικῶς μετενεχθέν. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. Ἁλίζωνες. Ἁλαί, ὡς καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅ ἐστι τόπος Ἀττικῆς. τὸ Ἀλήϊον (Ζ 201) οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν σημαίνει τὴν ἅλωνα, δασύνεται, εἰ δὲ τὴν ἀμπελόφυ…
Herodian 1.318
char LCS 35 (7.0%) · word LCS 6 (5.9%)
Stephanos
Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες, δῆμοι, ὁ μὲν τῆς Αἰγηίδος, ὁ δ´ Αἰξωνεὺς τῆς Κεκροπίας φυλῆς. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ « ι » Ἁλαεύς, καὶ Ἁλῆθεν καὶ Ἁλῆσι καὶ Ἁλήνδε. “Ξενόφαντος [Ἁλῆθεν] εἶπε”. Τρύφων δ´ ἐν παρωνύμοις “Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετ…
Herodian
…ιμνίαν καὶ ἀλογιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5). καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'ηλη' δισύλλαβα βαρύνεται, ε…