Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλαί, πόλισμα Βοιωτίας, Παυσανίας ἐνάτῳ. καὶ ἡ πρόσχωρος τῇ Ἀργείᾳ οὕτως Ἁλή λέγεται ὀξυτόνως. ἔστι καὶ ἑτέρα καταντίον Μάσητος. καὶ τῆς Κιλικίας δὲ πόλις πληθυντικῶς λεγομένη Ἁλαί. ἀπὸ δὲ τούτου Ἁλήιον πεδίον. [Ἁλαί] τὸ ἐθνικὸν Ἁλεύς, ἀφ´ οὗ τὸ Ἁλήιος. ἔστι καὶ Ἁ…
…διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5). καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'ηλη' δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη …