Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλαλκομένιον, πόλις Βοιωτίας, ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. οὐ γὰρ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος· ἦν γὰρ ἂν καὶ Ἀλαλκηίς· ἀλλ´ ὡς Θησεύς Θησηίς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηίς, ὥσπερ καὶ Βρισεύς Βρισηίς καὶ Νηρεύς Νηρηίς. “ἐκ τοῦ Ἀλαλκομενέως δὲ καὶ Ἀθηναίδος τῆς Ἱπποβότου Γλαύκωπος, ἀφ´ οὗ τὸ Γλαυκώπιον καὶ Γλαυκῶπις. καὶ Ζεὺς Πολιεύς καὶ Ἀθηνᾶ Πολιάς”. τὸ ἐθνικὸν Ἀλαλκομενιεύς καὶ Ἀλαλκομέν…
…αὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ »ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα« τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐ…