Stephanos of Byzantium - Ethnika
Alba: a city of Italy, which the Latins from Lavinium founded, being Trojans. 'Alba' is in Greek 'white'. Declined 'Albas', as Charax. There is also a river Albas, now called Tiberis, Tiberinus the king having died in it. Also said Albe. The citizen Albanos, as also the Alban wine, sweet and good. Albanos is also said a place in Italy where sacred rites were performed, and a lake Albanis. There is also Albe a city of Crete, the ethnonym Albaios as 'Thebaios'.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄλβα, πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δ´ ἡ Ἄλβα καθ´ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. ἔστι καὶ ποταμὸς Ἄλβας, ὁ νῦν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.
…ύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλι…
…ν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.
…μηρος »πολυτρήρωνά τε Θίσβην« (Β 502) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τ…