Ἀλέα

Stephanos of Byzantium - Ethnika

Ἀλέα OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀλέα, πόλις Ἀρκαδίας, Θεόπομπος πεντηκοστῇ ἕκτῃ. ἔστι καὶ Θετταλίας. καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ. ὁ πολίτης Ἀλεός ὁμοφώνως τῷ οἰκιστῇ ὡς Δάρδανος Δαναός. ἔστι καὶ ἄλλο ἐθνικὸν Ἀλεάτης ὡς τῆς Τεγέας Τεγεάτης. Ἡρωδιανὸς δέ φησιν “ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται”. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. ἀπὸ τοῦ Ἀλεοῦ λέγεται καὶ Ἀλεαῖος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.284
char LCS 94 (29.8%) · word LCS 20 (32.8%)
Stephanos
…δίας, Θεόπομπος πεντηκοστῇ ἕκτῃ. ἔστι καὶ Θετταλίας. καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ. ὁ πολίτης Ἀλεός ὁμοφώνως τῷ οἰκιστῇ ὡς Δάρδανος Δαναός. ἔστι καὶ ἄλλο ἐθνικὸν Ἀλεάτης ὡς τῆς Τεγέας Τεγεάτης. Ἡρωδιανὸς δέ φησιν “ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται”. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. ἀπὸ τοῦ Ἀλεοῦ λέγεται καὶ Ἀλεαῖος.
Herodian
…. Ὠκαλέα πόλις Βοιωτίας «Ὠκαλέην Μεδεῶνά τ´ ἐϋκτίμενον πτολίεθρον» Ὅμηρος (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλις Ἀρκαδίας Θεόπομπος πεντηκοστῇ ἕκτῃ—ἔστι καὶ Θετταλίας καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ—βαρύνεται. Ἀρδέα κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη δὲ ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Ἀσέα…