Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…τη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας, ἐν ᾗ Ἀδώνιον ἦν ἔχον Πραξιτέλους Ἀφροδίτην. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάιδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται. ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. τὸ ἐθνικὸν Ἀλεξανδρεύς ἐκ τῆς Ἀλεξάνδρου γενικῆς. τὸ θηλυκόν, ὡς ἀπὸ τοῦ Σινωπεύς Σινωπίς, οὕτως ἀπὸ τοῦ Ἀλεξανδρεύς Ἀλεξανδρίς. Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τοῦ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν τῷ περὶ Κ…
…οφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάϊδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται· ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ λιμὴν Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις». Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖ…