Ἀλήσιον

Stephanos of Byzantium - Ethnika

Ἀλήσιον OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀλήσιον, τῆς Ἤλιδος “πέτρης τ´ Ὠλενίης καὶ Ἀλησίου”. ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. οὗτος δ´ ἦν τῶν Ἱπποδαμείας μνηστήρων. οἱ δὲ Γαργηττοῦ υἱόν, ἕνα τῶν μετὰ Πέλοπος ἀφικομένων. τὸ ἐθνικὸν Ἀλησιεύς ὡς Βουπρασιεύς. ἔστι καὶ Ἀλήσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. ὁ δὲ Εὐφορίων “οὐ γὰρ Ἀλήσιοί ἐστε” φησίν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.