Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλίαρτος, πόλις Βοιωτίας, ἀρσενικῶς. Ὅμηρος “ποιήενθ´ Ἁλίαρτον”. λέγεται δὲ κτισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. τὸ ἐθνικὸν Ἁλιάρτιος ὡς Βοιώτιος. Ἀρμενίδας δ´ ἐν τῷ « ρ » Ἀρίαρτόν φησι.
…ς καὶ Μάσκωτος πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως βʹ. Τὰ εἰς 'τος' ὑπερδισύλλαβα κύρια καὶ προσηγορικὰ ἔννοιαν συνθέσεως ἔχοντα καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμετάβολον καταλήγουσαν βαρύνεται, εἰ μὴ διαστολή τις γένοιτο, Ἁλίαρτος πόλις Βοιωτίας ἀρσενικῶς. Ὅμηρος «ποιήενθ´ Ἁλίαρτον» (Il. Β 503). λέγεται δὲ οἰκισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. Ἀρμενίδας δ´ ἐν τῷ 'ρ' Ἀρίαρτόν φησιν. Ἄψυρτος παῖς Αἰήτου καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαρος ὕστερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. καὶ Πολύβιος ν…