Ἁλιεῖς

Stephanos of Byzantium - Ethnika

Ἁλιεῖς OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #204
Greek source: meineke
Meineke: 73.11 | Billerbeck: Α204
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-01
Word count: 70
Source: vol1_226.jpg
Edit
Ἁλιεῖς, πόλις Ἀργολικῆς παραθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ Ἁλιεύς. Ἔφορος ἐν τῷ ἕκτῳ ὅτι Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτως “ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι”. ἐλέγοντο δ´ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας. τὸ θηλυκὸν Ἁλιάς. καὶ Ἁλικός τὸ κτητικόν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.240
char LCS 107 (31.6%) · word LCS 21 (30.0%)
Stephanos
…αθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ Ἁλιεύς. Ἔφορος ἐν τῷ ἕκτῳ ὅτι Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτως “ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι”. ἐλέγοντο δ´ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας. τὸ θηλυκὸν Ἁλιάς. καὶ Ἁλικός τὸ κτητικόν.
Herodian
…Ἁλιεῖς πόλις Ἀργολικῆς παραθαλασσία καὶ τὸ ἐθνικὸν ὁμοίως. Ἔφορος ἐν τῷ ἕκτῳ »Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δ´ οὕτως «ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι». ἐλέγοντο δ´ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας. Ἀντικονδυλεῖς οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίων ὥρους γεγραφώς. Αὐσεῖς ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ (c. 180). Γαργαρεῖς ἔθνος, ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Σ…