Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλιζῶνες, ἔθνος. Ὅμηρος “αὐτὰρ Ἁλιζώνων”. Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. ἴσως δὲ διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ´ ἐναλλαγὴν τοῦ « α » εἰς « ι » οὕτως ὠνομάσθησαν.
…ον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Il. 2, 856). Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ