Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλικαρνασσός, πόλις Καρίας .... Ἄνθης, φασίν, ... ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροιζῆνος μετῴκησε, λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. ἐκαλεῖτο δὲ Ἰσθμός καὶ Ζεφύριον, ὡς Φίλων, καὶ Ζεφυρία. λέγεται ἀρσενικῶς. ὁ πολίτης Ἁλικαρνασσεύς ὡς Ἀψυρτεύς, Ἀνδροτίων δ´ ἐν τρίτῃ Ἀτθίδος Ἁλικαρνάσσιος φησί. καὶ Ἁλικαρνασσίς θηλυκόν, καὶ Ἁλικαρνασσοῖ τὸ τοπικόν, κ…
…αι καὶ Βούβαστος. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔφορος δὲ Βύβαστόν φησι. Κρυασσός πόλις Καρίας ἀπὸ Κρυασσοῦ τοῦ Κάρητος. Σαγαλασσός πόλις Πισιδίας. λέγεται καὶ Σελγησσός. Ἁλικαρνασσός πόλις Καρίας, ἣν Ἄνθης, φασίν, ὠνόμασεν ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροιζῆνος μετῴκησε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. Συασσός κώμη Φρυγίας. Ἀμαμασσός πόλις Κύπρου. Καβασσός πόλις ἐν Καππαδοκίᾳ