Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλικύαι, πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. τὸ ἐθνικὸν Ἁλικυαῖος καὶ Ἁλικυαία.
ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως κ…