Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλιμοῦς, δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. ὁ δημότης Ἁλιμούσιος. τὰ τοπικὰ Ἁλιμουντόθεν Ἁλιμοῦντάδε Ἁλιμοῦντι.
…λῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς καὶ Ἀχραδοῦς παρ´ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων »μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς«. Ὀ…