Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλίφηρα, πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονας παιδὸς Ἀλιφήρου. ὁ πολίτης Ἀλιφηρεύς. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου.
…υς ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἡ δὲ δευτέρα τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονος παιδὸς Ἀλιφήρου. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Βάσηρα πόλις Φοινίκης. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδες φυτόν. Κύτωρον πόλις Παφλαγονίας, οἱ δὲ ἡ Κύτωρός φασι. Κοτύωρα κώμη πρὸς τῷ Πόντῳ, …