Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλκομεναί, πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ, ἀφ´ ἧς Ἀλκομενεὺς ὁ Ὀδυσσεύς. ἔστι καὶ τῆς Ἰλλυρίας πόλις. ὁ πολίτης ἀμφοτέρων Ἀλκομενεύς καὶ τὸ θηλυκὸν Ἀλκομένεια.
Νικόλαός φησιν. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκομένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ…