Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄλμος, πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι κακῶς. τὸ ἐθνικὸν ἀπὸ τῆς Ἄλμωνος γενικῆς Ἀλμώνιος καὶ Ἀλμωνία.
…ός ὀξύνεται. καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν. Τὰ εἰς 'μος' προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'λ' καταλήγουσαν ὀξύνεται, ὀφθαλμός, τιλμός, ψαλμός, παλμός, ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον (ἔστι δὲ πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι ἐν δευτέρῳ Δευκαλιωνείας) καὶ τὸ Ὅλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται. * Τὰ εἰς 'μος' προσηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος …