Ἀλόπη

Stephanos of Byzantium - Ethnika

Ἀλόπη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #224
Greek source: meineke
Meineke: 77.8 | Billerbeck: Α224
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-01
Word count: 69
Source: vol1_236.jpg
Edit
Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν “ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν”. ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.339
char LCS 164 (47.5%) · word LCS 31 (45.6%)
Stephanos
Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν “ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν”. ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς.
Herodian
…αὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν »ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν« (Β 857). Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίω…
Herodian 1.27
char LCS 33 (9.6%) · word LCS 7 (10.3%)
Stephanos
…κύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν “ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν”. ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς.
Herodian
…ς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Il. 2, 856). Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ