Stephanos of Byzantium - Ethnika
Alos: a city of Achaia Phthiotis under the end of Othrys. It is about sixty stades from Iton. Athamas founded it, from the wandering that befell him. Theon says that Alos was a maidservant of Athamas who revealed that Ino was parching the seed, in whose honour he named the city. Parmeniskos records two Aloi, the Malian one under Achilles, the other under Protesilaos. Said both in the masculine and the feminine. The ethnonym Aleus, but Sophokles Alousioi, and some of the glossographers Alioi.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄλος, πόλις Ἀχαΐας. καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ἀπέχει δὲ Ἴτωνος ὡς ἑξήκοντα σταδίους. κτίσαι δ´ αὐτὴν Ἀθάμαντα ἀπὸ τῆς συμβάσης αὐτῷ ἄλης. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασε. δύο δὲ Παρμενίσκος Ἄλους ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀλεύς, Σοφοκλῆς δὲ Ἀλουσίους, τινὲς δὲ τῶν γλωσσογράφων Ἀλίους.
καὶ ὑπ´ αὐτοῦ κτισθεῖσα. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασεν. δύο δὲ Παρμενίσκος ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. Ἀπολλόδωρος δὲ ἀρσενικῶς λέγεσθαι τὴν πόλιν φησίν. πάλος, σάλος, λάλος, φάλος, μύλος, τύλος, Πύλος πόλις ἐν Μεσσήνῃ. Ξύλος πόλις Καρίας.…
Ἄλος, πόλις Ἀχαΐας. καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ἀπέχει δὲ Ἴτωνος ὡς ἑξήκοντα σταδίους. κτίσαι δ´ αὐτὴν Ἀθάμαντα ἀπὸ τῆς συμβάσης αὐτῷ ἄλης. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασε. δύο δὲ Π…
…μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης αʹ (c. 100), ὀξύνεται 'ι' οὐκ ἔχοντα. Τὰ εἰς 'λος' διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν ἢ ἕνεκα τριγενείας, Ἄλος πόλις Ἀχαΐας καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ὁ ποιητὴς «οἵ τ´ Ἄλον οἵ τ´ Ἀλόπην» (Β 682). εἴρηται δ´ ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους ἐκείνους γενομένης