Ἄλπωνος

Stephanos of Byzantium - Ethnika

Ἄλπωνος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #229
Greek source: meineke
Meineke: 78.14 | Billerbeck: Α229
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 33
Source: vol1_240.jpg
Edit
Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.186
char LCS 43 (26.1%) · word LCS 9 (27.3%)
Stephanos
Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.
Herodian
προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μακεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπ´ αὐτοῦ πόλις Ἀρκαδίας. Τὰ εἰς 'ξος' εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύνονται, Λίπαξος πόλις Θρᾴκης.…
Herodian 1.143
char LCS 31 (18.8%) · word LCS 5 (15.2%)
Stephanos
Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.
Herodian
…λυβδος, σμάραγδος, Κύαρδος βασιλεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. Ληψίμανδος πολίχνιον Καρίας. Κύλλανδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄσπενδος πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Βενέβενδος πόλις Καμπανίας. Ἴσινδος πόλις Ἰωνίας. λέγεται καὶ Ἴσινδα. Πύρινδος πόλις Καρίας. Ἄλινδος. Ἄρινδος ὄνομα ποταμοῦ, Βερέκινδος. τὸ δὲ ὀρυμαγδός καὶ Ἐορδός ὀξύνεται ὡς καὶ τὸ Ἀμαρδός ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβω…
Herodian 1.194
char LCS 31 (18.8%) · word LCS 5 (15.2%)
Stephanos
Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.
Herodian
…Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν Ἀνάφη. λέγεται κατ´ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Στράβων δ´ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φασὶ καὶ Καλλίαρα οὐδετέρως. Ἴκαρος νῆσος μία τῶν Κυκλάδων. ἔστι καὶ πόλις Ἀττικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἴσμαρος πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος (Od. ι 40)…
Herodian 1.88
char LCS 14 (8.5%) · word LCS 5 (15.2%)
Stephanos
Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.
Herodian
…τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ´ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δ´ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τ´ Εἰρέτριάν τε πολυστάφυλόν θ´ Ἱστίαιαν» (Il. Β 537). καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε». ἔστι καὶ Χαλκίς πόλις Κορίνθου, Αἰτωλίας, ἀφ´ ἧς Ἀχελῷος ῥεῖ, καὶ πόλις ἐν Συρίᾳ κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβο…