Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλύβας, τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, τινὲς δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. τὸ ἐθνικὸν Ἀλυβάντιος.
… ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α', καὶ τὸ βιβάς μετοχή ἐστιν. Τὰ εἰς 'γας' πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, …