Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…την ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυβεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ “ὅστις μεὺ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα” τουτέστι τὴν ἀργυρᾶν, διὰ τὰ μέταλλα. Ἑλλάνικος δέ φησι λίμνην εἶναι Ποντικήν. τὸ ἐθνικὸν Ἀλυβαῖος.
…νηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ »ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα« τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης (I 12), Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω…
Ἀλύβη, τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυβεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ “…
…ομή, στρέφω στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ 'ε' παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω. Τὰ εἰς 'βη' ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ 'οι' διφθόγγῳ βαρύνεται, Ἀλύβη »τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη« (Β 857). Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιλην…