Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁλώνη, νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. τὸ ἐθνικὸν Ἁλωνήσιος. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας.
…καὶ Περραιβίας. Ὅμηρος (Β 738). λέγεται καὶ Γυρτών. Βιζώνη πόλις Ποντική. Βρυσώνη ἡ πηγή. Αἰγώνη· οὕτως Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας. Ἀργανθώνη· οὕτως λέγεται Ἀργανθὼν ὄρος Μυσίας καὶ ἡ Ῥήσου γυνή. Ἰστώνη ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης τρίτῃ (c. 85). Λογγώνη Σικελίας πόλις. Κελαδώνη πόλις Λοκρίδος. Κρηστώνη πόλις Θρᾴκης. Λυκόφρων (v. 937) »ὁρκω…
Ἁλώνη, νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. τὸ ἐθνικὸν Ἁλωνήσιος. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας.
…ύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τρις' δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ 'α' βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρι…