Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀλωνίς, νῆσος καὶ πόλις Μασσαλίας, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Ἀλωνίτης.
…ίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon.…