Ἀλωπεκόννησος

Stephanos of Byzantium - Ethnika

Ἀλωπεκόννησος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #242
Greek source: meineke
Meineke: 80.13 | Billerbeck: Α242
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 32
Source: vol1_244.jpg
Edit
Ἀλωπεκόννησος, πόλις τῆς Ἑλλησποντίας χερρονήσου, κατὰ χρησμὸν κτισθεῖσα, κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Ἀλωπεκοννήσιος. ἐκλήθησαν δὲ ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον ἄλλοθεν φέρουσα κατετίθετο.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.212
char LCS 117 (56.0%) · word LCS 17 (53.1%)
Stephanos
Ἀλωπεκόννησος, πόλις τῆς Ἑλλησποντίας χερρονήσου, κατὰ χρησμὸν κτισθεῖσα, κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Ἀλωπεκοννήσιος. ἐκλήθησαν δὲ ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον ἄλλοθεν φέρουσα κατετίθετο.
Herodian
ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. …