Ἀμαζόνειον, τόπος ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δ´ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ « ι » γράφει τὸ ὄνομα. ἔστι καὶ ἄλλο διὰ τοῦ « κ » Ἀμαζονικόν ἐν Βοιωτίᾳ. ἔστι καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. τὸ ἐθνικὸν Μαζαεύς ὡς Μιδαεύς καὶ Δορυλαεύς.