Ἀμαζόνες

Stephanos of Byzantium - Ethnika

Ἀμαζόνες OCR ✓ Trans ✓ Confirmed ✓
people
Entry #246
Greek source: meineke
Meineke: 81.4 | Billerbeck: Α246
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 81
Source: vol1_246.jpg, vol1_248.jpg
Edit
Ἀμαζόνες, ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας καλοῦσι. “φασὶ δὲ περὶ αὐτῶν ὅτι τῇ φύσει τῶν ἀνδρῶν διαφέροιεν, αἰτιώμενοι τοῦ τόπου τὴν κρᾶσιν, ὡς γεννᾶν εἰωθότος τὰ θήλεα σώματα ἰσχυρότερα καὶ μείζω τῶν ἀρσενικῶν. ἐγὼ δὲ φυσικὸν νομίζω τὰ κοινὰ πάντων πάθη, ὥστ´ ἄλογος ἡ αἰτία. πιθανωτέρα δ´ ἥν φασιν οἱ πλησιόχωροι. οἱ γὰρ Σαυρομάται ἐξ ἀρχῆς ἐπὶ τὴν Εὐρώπην στρατεύσαντες καὶ πάντες διαφθαρέντες, τὰς γυναῖκας οὔσας μόνας .... καὶ αὐξησάντων τῶν ἀρρένων, στασιάσαι πρὸς τὰς γυναῖκας, ὑπερεχουσῶν δὲ τῶν γυναικῶν καταφυγεῖν τοὺς ἄρρενας εἰς δασύν τινα τόπον καὶ ἀπολέσθαι. φοβηθεῖσαι δὲ μή πως ἀπὸ τῶν νεωτέρων τιμωρία τις γένηται, δόγμα ἐποίησαν ὥστε τὰ μέλη συντρῖψαι καὶ χωλοὺς πάντας ποιῆσαι”. ἐκαλοῦντο δὲ καὶ Σαυροπατίδες παρὰ τὸ σαύρας πατεῖν καὶ ἐσθίειν, ἢ [Σαυροματίδες] διὰ τὸ ἐν τῇ Σαυροματικῇ Σκυθίᾳ οἰκεῖν. ἔστι καὶ Ἀμαζονία πόλις Μεσσαπίας. λέγεται καὶ Ἀμαζών ἀρσενικῶς. λέγεται καὶ Ἀμαζόνιον τὸ οὐδέτερον διὰ τοῦ « ι » καὶ Ἀμαζονίδης.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.28
char LCS 39 (4.9%) · word LCS 7 (4.6%)
Stephanos
Ἀμαζόνες, ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας καλοῦσι. “φασὶ δὲ περὶ αὐτῶν ὅτι τῇ φύσει τῶν ἀνδρῶν διαφέροιεν, αἰτιώμενοι τοῦ τόπου τὴν κρᾶσιν, ὡς γεννᾶν εἰωθότος τὰ θήλεα σώματα ἰσχυρότερα καὶ μείζω τῶν ἀρσενικῶν. ἐγὼ δὲ φυσικὸν νομίζω τὰ κοιν…
Herodian
…αὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δ´ ὑπ´ ὀλίζονες ἦσαν» (Σ 519). ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ 'α'· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸς τῇ Ἐφέσῳ γυναῖκες μίᾳ συμβουλῇ τὰ συνήθη ταῖς γυναιξ…