Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμαθοῦς, πόλις Κύπρου ἀρχαιοτάτη, ἐν ᾗ Ἄδωνις Ὄσιρις ἐτιμᾶτο, ὃν Αἰγύπτιον ὄντα Κύπριοι καὶ Φοίνικες ἰδιοποιοῦνται. ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης.
…θοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων »μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς«. Ὀποῦς πόλις Λοκρῶν τῶν