Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμαντία, Ἰλλυριῶν μοῖρα, πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησιν. ἧς τὸ κτητικὸν Ἀμαντινική. λέγονται καὶ Ἄμαντες. τὸ ἐθνικὸν Ἀμαντιεύς. καὶ Ἄβαντας αὐτούς φασιν.
Ἰλλυριῶν μοῖρα πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ 'β' εἰς 'μ' ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησι ὡς Λεοντίνην «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Ἀετία· οὕτως ἐκλήθη ἡ Αἴγυπτος ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ …