Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμαξία, πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Ἀμαξιεύς, ὡς τῆς Ἀμαντίας Ἀμαντιεύς.
…«Αἰθιοπίαν νιν ἐξέσως´ ἐπὶ χθόνα». Ἀρδία πόλις Ἰλλυρίας, Βαντία πόλις Ἰταλίας. Ἀντία πόλις Ἰταλίας. Ἀνδρία πόλις Ἠλείας καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. Ἀλβία ἡ χώρα διὰ τοῦ 'β'. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. Ἀδρία πόλις καὶ παρ´ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. Ἀτρία πόλις Τυρρηνίας, Διομήδους κτίσμα, χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαντος Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνο…