Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμαραντοί, ὀξυτόνως, Κολχικὸν ἔθνος, ἀφ´ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν.
…πος ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαρος ὕστερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. καὶ Πολύβιος νῆσον Ἄψυρτον ἱστορεῖ. Σίβυρτος πόλις Κρήτης. ἄσφαλτος. Ἀμάραντος τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡς Ἀπεραντός. εἰσὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνος, ἀφ´ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν. οἱ δὲ Ἀπεραντοί ἔθνος Θεσσαλίας. Ὀδόμαντος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ (c. 101). Σάγουντος πόλις ἐν Ἱσπανίαις. Τάραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρσενικῶς …