Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμάρυνθος, νῆσος Εὐβοίας, ἀπό τινος κυνηγοῦ τῆς Ἀρτέμιδος Ἀμαρύνθου. τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμαρύσιος ὡς Τρικορύσιος· οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ « σ ».
…ς, Σαλλήσιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ ( 31, 5). λέγεται καὶ Ἀμαρύνθιος.