Ἄμαστρις

Stephanos of Byzantium - Ethnika

Ἄμαστρις OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #262
Greek source: meineke
Meineke: 84.3 | Billerbeck: Α262
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 99
Source: vol1_254.jpg
Edit
Ἄμαστρις, πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα. “Κρῶμνάν τ´ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους”. ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Ἀμάστρεως δὲ κλίνει Στράβων, ἄλλοι Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός. Στράβων δωδεκάτῃ “πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον”. ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις πόλις Φασιανός καὶ Σάρδις Σαρδιανός. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς « ος » εὐθειῶν, ὡς Βάκτριος Βακτριανός, [ἢ ἀπὸ τῶν εἰς « ος » γενικῶν]. οἱ δὲ νῦν ἐν τῇ συνηθείᾳ κακῶς Ἀμαστρανοὺς λέγουσιν αὐτούς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.101
char LCS 106 (19.7%) · word LCS 17 (17.3%)
Stephanos
Ἄμαστρις, πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα. “Κρῶμνάν τ´ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους”. ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Ἀμάστρεως δὲ κλίνει Στράβων, ἄλλοι Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός. Στράβων δωδεκάτῃ “πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον”. ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις…
Herodian
…ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαιστρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται. Τὰ εἰς 'ρις' Αἰγύπτ…