Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄμβλαδα, πόλις Πισιδίας. Στράβων δωδεκάτῃ “εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα”. ὁ πολίτης Ἀμβλαδεύς. ὅθεν καὶ Ἀμβλαδεὺς οἶνος, πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.
…κήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰσαυρίας. Ἄμβλαδα πόλις Πισιδίας. Στράβων δωδεκάτῃ «εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίας. Σέβεδα λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. Ζάβιδα κώμη τῆς εὐδαίμονος Ἀραβίας. Ὄβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς α…